Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.155 | Joseph. BJ 4.161 (English) | >>Joseph. BJ 4.168 |
4.159καὶ γὰρ οἱ προύχειν αὐτῶν δοκοῦντες , Γωρίων τε υἱὸς Ἰωσήπου καὶ ὁ Γαμαλιήλου Συμεών , παρεκρότουν ἔν τε ταῖς ἐκκλησίαις ἀθρόους καὶ κατʼ ἰδίαν περιιόντες ἕκαστον ἤδη ποτὲ τίσασθαι τοὺς λυμεῶνας τῆς ἐλευθερίας καὶ καθᾶραι τῶν μιαιφόνων τὸ ἅγιον ,
4.160οἵ τε δοκιμώτατοι τῶν ἀρχιερέων , Γαμάλα μὲν υἱὸς Ἰησοῦς Ἀνάνου δὲ Ἄνανος , πολλὰ τὸν δῆμον εἰς νωθείαν κατονειδίζοντες ἐν ταῖς συνόδοις ἐπήγειρον τοῖς ζηλωταῖς ·
4.161τοῦτο γὰρ αὑτοὺς ἐκάλεσαν ὡς ἐπʼ ἀγαθοῖς ἐπιτηδεύμασιν ἀλλʼ οὐχὶ ζηλώσαντες τὰ κάκιστα τῶν ἔργων καὶ ὑπερβαλλόμενοι .
4.162
εἶπεν , ἦν ἐμοὶ τεθνάναι πρὶν ἐπιδεῖν τὸν οἶκον τοῦ θεοῦ τοσούτοις ἄγεσι καταγέμοντα καὶ τὰς ἀβάτους καὶ ἁγίας χώρας ποσὶ μιαιφόνων στενοχωρουμένας .
4.164ἀλλὰ περικείμενος τὴν ἀρχιερατικὴν ἐσθῆτα καὶ τὸ τιμιώτατον καλούμενος τῶν σεβασμίων ὀνομάτων , ζῶ καὶ φιλοψυχῶ , μηδʼ ὑπὲρ τοὐμοῦ γήρως ὑπομένων εὐκλεῆ θάνατον † εἰ δεῖ μὴ
-- --
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.155 | Joseph. BJ 4.161 (English) | >>Joseph. BJ 4.168 |